18/05/2024
Καλημέρα και καλό σ/κ σε όλους.
Για αυτούς που θα ειναι στο βουνό ένα δωράκι μια προσευχή των προγόνων μας κατα την συλλογή τών βοτάνων μας
Thessalus Astrol., Med., De virtutibus herbarum (e codd. Paris. gr. 2256 + Venet. App. cl. V 13 + Mosq. 415)
Book 2, chapter prol, section 1, line 16
Εὐχὴ λεγομένη ἐπὶ συγκομιδῇ ἑκάστης βοτάνης
Παντοκράτωρ κύριε, δημιουργὲ πάσης κτίσεως ἀοράτου τε καὶ ὁρατῆς, ὁ τὰ τῆς ὁρατῆς τῆσδε τῆς κτίσεως μέρη, τὰ μὲν συμφυῆ καὶ σύμφωνα ποιήσας ἀλλήλοις, ὡς ἰσοδυναμεῖν ἐν τοῖς ὑπ' αὐτῶν γινομένοις, τὰ δ' αὖθις ἀσυμπαθῆ καὶ ἀσύμφωνα, πλὴν καὶ οὕτως ἐκ τῆς δι' ἀλλήλων κράσεως τε καὶ ἑνώσεως μίξιν εὔκρατον συνίστασθαι καὶ εἶναι ταῦτα κήρυκας διαπρυσίους τῆς σῆς μεγαλειότητος, αὐτὸς καὶ νῦν ἐν τῇ ἀναλήψει τῆς παρούσης βοτάνης τῆς δεῖνα, ἣν συμπαθεῖν ὥρισας τῷ ἐκ τῶν πλανωμένων ἀστέρι τῷ δεῖνι, ἐνδόκησον ἰσχυρὰν ταύτην καὶ ἐνδύναμον καὶ δραστικωτάτην εἶναι κατὰ τὴν τῶν βοηθημάτων χρείαν τῶν γινομένων εἰς ἀποτροπὴν τῶν συμβαινόντων νοσημάτων τῷ σῷ πλάσματι, συνεργοῦντας δηλονότι καὶ τοῦ αὐτοῦ ἀστέρος τῇ σῇ κελεύσει, ὅτι ηὐλόγηται καὶ δεδόξασταί σου τὸ ὄνομα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Τὴν αὐτὴν λέγε καὶ ἐπὶ τῆς κατὰ τὴν θεραπείαν τοῦ νοσήματος χρείας, ἀλλὰ δὴ καὶ ἐπὶ τῆς σκευασίας.ταῖς μέντοι προγεγραμμέναις βοτάναις χρῶ ταῖς ἀπ' Αἰγύπτου καὶ Ἀραβίας καὶ Ἀσίας καὶ Συρίας, ἔτι δὲ καὶ Ἰταλίας· τὰ γὰρ τοιαῦτα κλίματα θερμότερα τῶν ἄλλων ἔοικεν εἶναι. ἐπεὶ γὰρ πάντα τὰ ἐπὶ γῆς φυόμενα δίχα παρεις δύσεως πνεύματος οὐ δύνανται αὔξεσθαι, ἐν μὲν τοῖς ψυχροτέροις τῶν κλιμάτων, πυκνουμένων τῶν ἐν ταῖς βοτάναις πόρων, οὐκ ἔχει ἐν αὐταῖς διὰ τὴν παχύτητα τὸ πνεῦμα ἱκανὴν παρείσδυσιν καὶ διὰ τοῦτο αἱ δυνάμεις αὐτῶν ἀσθενέστεραι καθίστανται, ἐν δὲ τοῖς προειρημένοις κλίμασι, διὰ τὴν ἀπὸ τῆς θερμότητος τῶν βοτανῶν ἀραιότητα περισσοτέρως εἰς αὐτὰς ἑλκομένου τοῦ ζωτικοῦ ἀέρος, ἐνδύναμοι γίνονται αὗται καὶ δραστικώτεραι.